Ἱστορεῖ δὲ καὶ Ἀντισθένης Περιπατητικὸς φιλόσοφος, Ἀκείλιον Γλαβρίωνα τὸν ὕπατον μετὰ πρεσβευτῶν Πορκίου Κάτωνος καὶ Λουκίου Οὐαλερίου Φλάκκου παραταξάμενον Ἀντιόχῳ ἐν Θερμοπύλαις γενναίως τε ἀγωνισάμενον βιάσασθαι ῥῖψαι μὲν τὰ ὅπλα τοὺς μετ ̓ Ἀντιόχου, αὐτὸν δὲ τὰ μὲν πρῶτα εἰς Ἐλάτειαν (cod. Ἰταλίαν; em. Meursius) μετὰ πεντακοσίων ὑπασπιστῶν φυγεῖν, ἐκεῖθεν δὲ πόλιν εἰς Ἔφεσον ἀναγκάσαι ὑπεξελθεῖν. δὲ Ἀκείλιος Κάτωνα μὲν εἰς Ῥώμην ἀπέστειλεν ἀπαγγελοῦντα τὴν νίκην, αὐτὸς δὲ ἐπ ̓ Αἰτωλοὺς καθ ̓ Ἡράκλειαν ἐστράτευσεν, ἣν ἐξ εὐμαροῦς ἔλαβεν. Ἐν δὲ τῇ παρατάξει τῇ γενομένῃ πρὸς Ἀντίοχον ἐν Θερμοπύλαις ἐπιφανέστατα σημεῖα ἐγένετο Ῥωμαίοις. Ἐπιφανέντος γὰρ Ἀντιόχου καὶ φυγόντος τῇ ἐπιούσῃ ἡμέρᾳ ἐγίνοντο οἱ Ῥωμαῖοι περὶ ἀναίρεσιν τῶν ἐκ τῆς σφετέρας δυνάμεως πεπτωκότων καὶ περὶ συλλογὴν λαφύρων τε καὶ σκύλων καὶ αἰχμαλώτων. Βούπλαγος δέ τις, τῶν ἀπὸ Συρίας ἱππάρχης, τιμώμενος παρὰ τῷ βασιλεῖ Ἀντιόχῳ, ἔπεσε καὶ αὐτὸς γενναίως ἀγωνισάμενος. Ἀναιρουμένων δὲ τῶν Ῥωμαίων πάντα τὰ σκῦλα καὶ μεσούσης τῆς ἡμέρας, ἀνέστη Βούπλαγος ἐκ τῶν νεκρῶν, ἔχων τραύματα δέκα δύο, καὶ παραγενόμενος εἰς τὸ στρατόπεδον αὐτῶν ἀνεῖπε λεπτῇ τῇ φωνῇ τούσδε τοὺς στίχους· Παῦσαι σκυλεύων στρατὸν ἄϊδος εἰς χθόνα βάντα· ἤδη γὰρ Κρονίδης νεμεσᾷ Ζεὺς μέρμερα λεύσσων, μηνίει δὲ φόνῳ στρατιᾶς καὶ σοῖσιν ἐπ ̓ ἔργοις, καὶ πέμψει φῆλον θρασυκάρδιον εἰς χθόνα τὴν σὴν, οἵ σ ̓ ἀρχῆς παύσουσιν, ἀμείψῃ δ ̓ οἰά γ ̓ ἔρεξας. Ταραχθέντες δὲ οἱ στρατηγοὶ ἐπὶ τοῖς ῥηθεῖσιν διὰ ταχέων συνήγαγον τὸ πλῆθος εἰς ἐκκλησίαν καὶ ἐβουλεύοντο περὶ τοῦ γεγονότος φάσματος. Ἔδοξεν οὖν τὸν μὲν Βούπλαγον παραχρῆμα μετὰ τὰ λεχθέντα ἔπη ἀποπνεύσαντα κατακαύσαντας θάψαι, καθαρμὸν δὲ ποιήσαντας τοῦ στρατοπέδου θῦσαι Διὶ Ἀποτροπαίῳ καὶ πέμψαι εἰς Δελφοὺς ἐρωτήσοντας τὸν θεὸν, τί χρὴ ποιεῖν. Παραγενομένων δὲ Πυθαῦδε τῶν θεωρῶν καὶ πυνθανομένων τί ποιητέον, ἀνεῖπεν Πυθία τόνδε τὸν χρησμόν· Ἴσχεο νῦν, Ῥωμαῖε, δίκη δέ τοι ἔμμονος ἔστω, μή σοι ἐφορμήσῃ Παλλὰς πολὺ φέρτερον Ἄρη, χηρώσῃ δ ̓ ἀγοράς· σὺ δὲ, νήπιε, πολλὰ μογήσας ἵξεαι ἐς χώρην τὴν σὴν πολὺν ὄλβον ὀλέσσας. Ἀκούσαντες οὖν τοῦ λόγου τούτου τὸ μὲν ἐπιστρατεῦσαι ἐπί τινα τῶν ἐν τῇ Εὐρώπῃ κατοικούντων ἀπέγνωσαν τὸ παράπαν, ἀναζεύξαντες δὲ ἀπὸ τοῦ προειρημένον τόπου παρεγένοντο ἐπὶ Ναύπακτον τῆς Αἰτωλίας, οὗ ἐστιν ἱερὸν κοινὸν τῶν Ἑλλήνων, εὐτρεπίζοντες θυσίας δημοτελεῖς, ἀπαρχάς τε ἐξ ἔθους. Τούτων δὲ ἐπιτελουμένων στρατηγὸς Πόπλιος ἐμμανὴς γενόμενος καὶ παράφρων ἀποφθέγγεται πολλά τινα ἐνθουσιωδῶς, τὰ μὲν ἐν μέτρῳ, ἔστι δ ̓ καὶ καταλογάδην. Διαγγελθέντος δὲ τῲ πλήθει τοῦ πράγματος συνέθεον πάντες πρὸς τὴν σκηνὴν τοῦ Ποπλίου, ἅμα μὲν ὑπαγωνιῶντες καὶ ἐκπεπληγμένοι ἐπὶ τῷ τὸν κράτιστον αὐτῶν καὶ δυνάμενον ἀφηγεῖσθαι μετ ̓ ἐμπειρίας ἠτυχηκέναι, ἅμα δὲ ἀκούειν βουλόμενοι τὰ λεγόμενα, ὥστε τινὰς αὐτῶν πιεσθέντας βιαιότερον ἀποπνιγῆναι. Τὰ μὲν οὖν ἐν μέτρῳ ῥηθέντα ὑπ ̓ αὐτοῦ, ἔτι ὄντος ἐν τῇ σκηνῇ, ἐστὶ τάδε· πατρὶς, οἵόν σοι λυγρὸν φέρει Ἄρη Ἀθήνη, ἡνίκα πορθήσασ ̓ Ἀσίην πολύολβον ἵκηαι Ἰταλίην ἐς γαῖαν, ἐῦστεφάνους τε πόληας, Θρινακίην νῆσον πολυήρατον, ἣν κτίσατο Ζεύς. Ἦξει γὰρ στρατιὴ πολυφέρτατος, ὀβριμόθυμος, τηλόθεν ἐξ Ἀσίης, ὅθεν ἡλίου ἀντολαί εἰσιν, καὶ βασιλεὺς διαβὰς στεινὸν πόρον Ἑλλησπόντου ὅρκια πιστὰ ταμεῖ πρὸς κοίρανον Ἠπειρώτην, ἄξει δ ̓ εἰς Ἀσίην (?) στρατιὴν ἀνάριθμον ἀγείρας πάντοθεν ἔκ τ ̓ Ἀσίης ἠδ ̓ Εὐρώπης ἐρατεινῆς, καί σε δαμᾷ, χήρους δ ̓ οἴκους καὶ τείχεα θήσει, δουλοσύνην δ ̓ ἐπὶ πᾶσιν ἐλεύθερον ἠμαρ ἀπούρας τεύξει μήνιδος οὔνεκ ̓ Ἀθηναίης μεγαθύμου. Ἀνειπὼν δὲ τοὺς στίχους τούτους ὥρμησεν ἐκ τῆς σκηνῆς ἐν χιτῶνι καὶ ἀπεφθέγγετο καταλογάδην τάδε· «Μηνύομεν, ἄνδρες στρατιῶται καὶ πολῖται, διαβάντας ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν νικῆσαι ὑμᾶς τὸν βασιλέα Ἀντίοχον ναυμαχήσαντάς τε καὶ πεζῇ παραταξαμένους, κυριεῦσαι δὲ τῆς ἐπιτάδε τοῦ Ταύρου χώρας πάσης καὶ τῶν πόλεων τῶν ἐκτισμένων ἐν αὐτῇ, ἐκβαλόντας τὸν Ἀντίοχον εἰς Συρίαν, ταύτην δὲ παραδοθῆναι καὶ τὰς πόλεις τοῖς Ἀττάλου υἱοῖς. Γαλάτας δὲ τοὺς κατοικοῦντας ἐν τῇ Ἀσίᾳ παραταξαμένους πρὸς ὑμᾶς ἡσσηθῆναι, τῶν δὲ γυναικῶν καὶ τέκνων καὶ τῆς ἀποσκευῆς πάσης κυριεῦσαι ὑμᾶς καὶ ἀγαγεῖν εἰς τὴν Εὐρώπην, τοὺς δὲ κατοικοῦντας ἐν τῇ Εὐρώπῃ τὴν παραλίαν Θρᾷκας τῆς τε Προποντίδος καὶ Ἑλλησπόντου ἀναλύουσιν ὑμῖν ἀπὸ τῆς στρατείας ἐπίθεσιν ποιήσασθαι περὶ τὴν τῶν Αἰνιάνων χώραν καί τινας διαφθείραντας ἀφελέσθαι μέρος τι τῆς προνομῆς, διασωθέντων δὲ τῶν ἄλλων καὶ κωμισθέντων εἰς Ῥώμην ἔσεσθαι συνθήκας πρὸς βασιλέα Ἀντίοχον, ἐφ ̓ χρήματα μὲν εἰσοίσει καὶ χώρας τινὸς ἀποστήσεται.» Ἀναγορεύσας δὲ ταῦτα ἀνεκεκράγει μεγάλῃ τῇ φωνῇ λέγων τάδε·» Ἐκ τῆς Ἀσίας ὁρῶ διαβαινούσας δυνάμεις χαλκοστέρνους καὶ βασιλέας ἐπὶ τὸ αὐτὸ συναγομένους καὶ ἔθνη παντοδαπὰ ἐπὶ τὴν Εὐρώπην, ἵππων τε κτύπον δοράτων τε ψόφον καὶ φόνον αἱματόφυρτον λεηλασίαν τε δεινὴν πτώσεις τε πύργων καὶ τειχῶν κατασκαφὰς ἐρημίαν τε χθονὸς ἀμυθήτου.» Ταῦτα δὲ εἰπὼν ἔλεξεν αὖθις ἐν ἔπεσι τάδε· Ἡνίκα Νισαῖοι χρυσάμπυκες ἀργέται ἵπποι βῶσιν ἐπὶ χθόνα δῖαν, ἑὴν προλιπόντες ἐφέδρην, οὕς ποτ ̓ ἐν ἄστει τεῦξε Συρηκοσίων πολυόλβων Δαίδαλος Ἠετίων, φιλίαν πολυήρατον αὔξων, δαῖτ ̓ ἐπὶ χαλκείῃ, δεσμοῖς δ ̓ ἐπὶ δεσμὸν ἴαλλεν, χρύσεον ἐν δ ̓ αὐτὸν πᾶσιν Ὑπερίονος υἱὸν ἤρμοσεν ἀκτίνεσσι καὶ ὄμμασι μαρμαίροντα· καὶ τότε σοὶ, Ῥώμη, χαλέπ ̓ ἄλγεα πάντα τελεῖται. Ἥξει γὰρ στρατὸς εὐρὺς, ὃς οὐ (1. σου) χθόνα πᾶσαν [ὀλέσσει, χηρώσει δ ̓ ἀγορὰς, ἄστη δέ τε πυρπόλα θήσει, αἵματι δὲ πλήσει ποταμοὺς, πλήσει δὲ καὶ ᾅδην, δουλοσύνην τ ̓ οἰκτρὴν, στυγερὴν, ἀτέκμαρτον ἐφέσσει. Οὐδὲ γυνὴ πόσιν ὅν γ ̓ ὑποδέξεται ἐκ πολέμοιο νοστήσαντ, ἀἴδης δὲ καταχθόνιος, μελανείμων, ἕξει ἐνὶ φθιμένοισιν ὁμοῦ τέκνα μητρὸς ἀπούρας, Ἄρης δ ̓ ἀλλοδαποῖς περιθήσει δούλιον ἦμαρ. Ἀποφθεγξάμενος δὲ ταῦτα ἐσιώπησεν καὶ πορευθεὶς ἔξω τοῦ στρατοπέδου ἀνέβη ἐπί τινα δρῦν. Ἐπακολουθήσαντος δὲ τοῦ ὄχλου προσεκαλέσατο αὐτοὺς καὶ εἶπε τάδε· «Ἐμοὶ μὲν, ἄνδρες Ῥωμαῖοι καὶ οἱ λοιποὶ στρατιῶται, καθήκει τελευτήσαντι ὑπὸ λύκου πυρροῦ εὐμεγέθους καταβρωθῆναι ἐν τῇ σήμερον ἡμέρᾳ, ὑμεῖς δὲ τὰ ῥηθέντα ὑπ ̓ ἐμοῦ γινώσκετε συμβησόμενα ὑμῖν πάντα, τεκμηρίοις χρώμενοι τῇ νῦν ἐσομένῃ ἐπιφανείᾳ τοῦ θηρίου τε καὶ τῇ ἐμῇ ἀναιρέσει, ὅτι ἀληθῆ εἴρηκα ἔκ τινος θείας ὑποδείξεως.» Τοσαῦτα δὲ εἰπὼν ἐκέλευσεν αὐτοὺς ἀποστῆναι καὶ μηδένα κωλῦσαι τὸ θηρίον προσελθεῖν, φάσκων ἐὰν ἀποστρέψωσιν, οὐ συνοίσειν αὐτοῖς. Ποιήσαντος δὲ τοῦ πλήθους τὸ προσταχθὲν οὐκ εἰς μακρὰν παραγίνεται λύκος. Ἰδὼν δὲ αὐτὸν Πόπλιος κατέβη ἀπὸ τῆς δρυὸς καὶ ἔπεσεν ὕπτιος, δὲ λύκος ἀνασχίσας αὐτὸν κατεδαίνυτο πάντων ὁρώντων. Ἀναλώσας δὲ τὸ σῶμα αὐτοῦ πλὴν τῆς κεφαλῆς ἐτράπετο εἰς τὸ ὄρος. Προσελθόντος δὲ τοῦ ὄχλου καὶ βουλομένου ἀνελέσθαι τὰ ἀπολελειμμένα, κτερίσαι τε αὐτὸν νομίμως, κεφαλὴ κειμένη ἐπὶ τῆς γῆς ἀνεῖπε τοὺς στίχους τούτους· Μὴ ψαῦ ̓ ἡμετέρης κεφαλῆς· οὐ γὰρ θέμις ἐστὶν, οἶσιν Ἀθηναίη χόλον ἄγριον ἐν φρεσὶ θῆκεν, ἅπτεσθαι θείοιο καρήατος· ἀλλὰ πέπαυσο, μαντοσύνην τ ̓ ἐπάκουσον, ἀληθέα ἥπερ ἐρεῖ σοι. Ἥξει γὰρ χθόνα τήνδε πολὺς καὶ καρτερὸς Ἄρης, ὃς λαὸν μὲν ἔνοπλον ὑπὸ σκότον ἀίδι πέμψει, ῥήξει δ ̓ αὖ λιθίνους πύργους καὶ τείχεα μακρὰ, ὄλβον δ ̓ ἡμέτερον καὶ νήπια τέκν ̓ ἀλόχους τε μάρψας εἰς Ἀσίην ἄξει διὰ κῦμα περήσας. Ταῦτά σοι εἴρηκεν νημερτέα Φοῖβος Ἀπόλλων Πύθιος, ὅς μοι ἑὸν κρατερὸν θεράποντ ̓ ἐπιπέμψας ἤγαγεν εἰς μακάρων τε δόμους καὶ Περσεφονείης. Ἀκούσαντες δὲ τῶν ἐπῶν τούτων οὐ μετρίως ἐταράχθησαν, ἱδρυσάμενοί τε ναὸν Ἀπόλλωνος Λυκίου καὶ βωμὸν, οὗπερ ἔκειτο κεφαλὴ, ἐνέβησαν εἰς τὰς ναῦς καὶ ἀπέπλεον ἕκαστος ἐπὶ τὰς ἑαυτῶν πατρίδας. Καὶ συνέβη ἅπαντα τὰ ὑπὸ τοῦ Ποπλίου ῥηθέντα γενέσθαι.